Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.43 Dem. 49.46 (English) >>Dem. 49.50

49.45καὶ ὡς μὲν ἀληθῆ λέγει, οὐδένα μάρτυρα παρέσχηται, λόγῳ δὲ καταχρῆται, ἵνα μὴ αὐτὸς δοκῇ ἀποστερεῖν ἀλλʼ Ἀντίμαχος δανείσασθαι. καίτοι, ἄνδρες δικασταί, μέγα ὑμῖν ἐρῶ τεκμήριον ὅτι οὐκ Ἀντιμάχῳ ἐδάνεισεν πατὴρ τοῦτο τὸ ἀργύριον, ἀλλὰ Τιμοθέῳ περὶ ἀναγωγὴν ὄντι. πότερα γὰρ ἂν οἴεσθε ῥᾷον εἶναι τῷ πατρὶ δημευθέντων τῶν Ἀντιμάχου ἐνεπισκήψασθαι ἐν τῇ οὐσίᾳ τῇ ἐκείνου ἐνοφειλόμενον αὑτῷ τοῦτο τὸ ἀργύριον, εἴπερ Ἀντιμάχῳ ἐδάνεισεν, 49.46 ἀναμένειν ὁπότε παρὰ τούτου κομιεῖσθαι ἔμελλεν εὐπορήσαντος, ὃς οὐ πολλὰς ἐλπίδας σωτηρίας περὶ αὑτοῦ εἶχεν ἐν ἐκείνῳ τῷ χρόνῳ; καὶ μὴν ἐνεπισκηψάμενός γε οὔτʼ ἂν παρακαταβολῆς ἠπόρησεν οὔτʼ ἂν ἠπιστήθη ὑφʼ ὑμῶν (πάντες γὰρ ἴστε τὸν πατέρα τὸν ἐμὸν οὐ τῶν δημοσίων ἀδίκως ἐπιθυμοῦντα, ἀλλὰ τῶν αὑτοῦ ὑμῖν, τι κελεύσαιτε, προθύμως ἀναλίσκοντα), 49.47 εἶτα καὶ ἐπιτηδείου ὄντος αὐτῷ Καλλιστράτου, ὅσπερ ἐδήμευσεν τὰ Ἀντιμάχου, ὥστε μηδὲν ἐναντιοῦσθαι. ὥστε τί ἄν ποτε βουλόμενος πατὴρ ἐβούλετο Τιμόθεον χρήστην ἐγγράψας ἡμῖν καταλιπεῖν, εἴπερ μὴ ὤφειλεν τοῦτο τὸ ἀργύριον, μᾶλλον οὐκ ἐκ τῶν Ἀντιμάχου δημευθέντων ἐνεπισκηψάμενος κομίσασθαι;

49.48περὶ δὲ τῶν χιλίων δραχμῶν, ἃς ἐδανείσατο παρὰ τοῦ Ἀντιφάνους ἐν Καλαυρείᾳ, ἵνα διαδοίη τοῖς Βοιωτίοις τριηράρχοις, μέλλων καταπλεῖν ἐπὶ τὴν κρίσιν, ἃς καὶ ἀπέδωκεν Φιλίππῳ τῷ ναυκλήρῳ ἐνθάδε λαβὼν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, τὸν Βοιώτιον ναύαρχόν φησι δανείσασθαι, καὶ ὑποθεῖναι τούτου τοῦ ἀργυρίου τῷ πατρὶ τῷ ἐμῷ χαλκόν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.43 Dem. 49.46 (English) >>Dem. 49.50

Powered by PhiloLogic